[153] διὰ τὴν ἡλικίαν ἅμα καὶ τὴν τέχνην ὑφηγητήν. [cap.45] ἐρευνητέον δὲ τὴν αἰτίαν, δι’ ἣν τὸν μὲν παῖδα ἀπὸ τῆς πηγῆς, τὰς δὲ καμήλους ἀπὸ τοῦ φρέατος ποτίζει. μήποτ’ οὖν τὸ μὲν νᾶμα ταὐτόν, * ὁ τὰς ἐπιστήμας ἄρδων [ὁ] ἱερὸς λόγος, τὸ δὲ φρέαρ συγγενὲς μνήμης· ἃ γὰρ βύθια ἀπέφηνεν ἤδη, ταῦθ’ ὥσπερ ἐκ φρέατος δι’ ὑπομνήσεως ἄγεται.