Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 155

[155] ὃν δὲ τρόπον μετέβαλε, σημανοῦμεν· ὅτε ἡμᾶς ἐκ τῆς Αἰγύπτου, τῶν κατὰ τὸ σῶμα παθῶν, ἐξήγαγε, τὴν ἔρημον ἡδονῆς ἀτραπὸν ὁδεύοντες ἐν Μέρροις ἐστρατοπεδευόμεθα, χωρίῳ πότιμον μὲν οὐκ ἔχοντι νᾶμα, πικρὸν δὲ σύμπαν (Exod. 15,23)· ἔτι γὰρ αἱ δι’ ὀφθαλμῶν καὶ ὤτων γαστρός τε αὖ καὶ τῶν μετὰ γαστέρα τέρψεις ἔναυλοί τε ἦσαν καὶ σφόδρα ἐκήλουν ὑπηχοῦσαι.