Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 147

[147] μετὰ δὲ τῶν ἄλλων καὶ τὸ ἄφθονον αὐτῆς καταπέπληγμαι. μικρὸν γὰρ αἰτηθεῖσα πόμα πολὺ δίδωσιν, ἕως ὅλην τὴν ψυχὴν τοῦ μανθάνοντος ποτίμων θεωρημάτων ἐπλήρωσεν. λέγει γάρ· „ἐπότισεν αὐτὸν ἕως ἐπαύσατο πίνων“, πρὸς φιλανθρωπίαν δίδαγμα θαυμασιώτατον· ἐὰν γάρ [53] [54] τις πλειόνων μὲν τυγχάνῃ χρεῖος ὤν, ὀλίγα δὲ ὑπ’ αἰδοῦς προσιὼν αἰτῇ, μὴ ταῦθ’ ἅ φησι μόνα παρέχωμεν, ἀλλὰ καὶ τὰ ἡσυχαζόμενα ἐκεῖνα, ὧν πρὸς ἀλήθειαν ἐνδεής ἐστιν.