Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 148

[148] ἀλλ’ οὐκ ἀπόχρη μόνον πρὸς τελείαν ἀπόλαυσιν τῷ γνωρίμῳ καταλαμβάνειν ὅσα ἂν ὁ διδάσκων ὑφηγῆται, εἰ μὴ προσγένοιτο καὶ μνήμη διόπερ ἐπιδεικνυμένη τὸ φιλόδωρον, ὅτε αὐτὸν πληροῖ ποτίσασα, ὑπισχνεῖται καὶ ταῖς καμήλοις ὑδρεύσεσθαι, ἃς συμβολικῶς μνήμας εἶναί φαμεν· μηρυκᾶται γὰρ τὸ ζῷον τὴν τροφὴν ἐπιλεαῖνον, καὶ ὅταν ὀκλάσαν δέξηται βαρύτατον φόρτον, μετὰ πολλῆς ἄγαν εὐτονίας ἐγείρεται κούφως.