[146] ἰσχὺν τὰ διδόμενα σταθμᾶται. [cap.44] ἐπαινετέον οὖν καὶ Ῥεβέκκαν, ἣ τοῖς τοῦ πατρὸς ἑπομένη διατάγμασιν ἀφ’ ὑψηλοτέρου χωρίου καθελοῦσα τὸ σοφίας ἀγγεῖον ἐπὶ τὸν βραχίονα, τὴν ὑδρίαν [δὲ], ὀρέγει τῷ μαθητῇ ἃς ἱκανὸς ἐκεῖνός ἐστι δέξασθαι διδασκαλίας.