Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 145

[145] διὸ τὰς πρώτας αἰεὶ χάριτας, πρὶν κορεσθέντας ἐξυβρίσαι τοὺς λαχόντας, ἐπισχὼν καὶ ταμιευσάμενος εἰσαῦθις ἑτέρας ἀντ’ ἐκείνων καὶ τρίτας ἀντὶ τῶν δευτέρων καὶ αἰεὶ νέας ἀντὶ παλαιοτέρων, τοτὲ μὲν διαφερούσας, τοτὲ δ’ αὖ καὶ τὰς αὐτὰς ἐπιδίδωσι. τὸ γὰρ γενητὸν οὐδέποτε μὲν ἀμοιρεῖ τῶν τοῦ θεοῦ χαρίτων — ἐπεὶ πάντως ἂν διέφθαρτο —, φέρειν δὲ τὴν πολλὴν καὶ ἄφθονον αὐτῶν ῥύμην ἀδυνατεῖ. διὸ βουλόμενος ὄνησιν ἡμᾶς ἔχειν ὧν ἐπιδίδωσι πρὸς τὴν τῶν λαμβανόντων