Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 144

[144] οὐδὲ γὰρ εἰ τὸν πλοῦτον ἐπιδείκνυσθαι βουληθείη τὸν ἑαυτοῦ, χωρήσαι ἂν ἠπειρωθείσης καὶ θαλάττης ἡ σύμπασα γῆ· εἰ μὴ νομίζομεν ὑετῶν καὶ τῶν ἄλλων ἐν κόσμῳ φορὰν κατὰ τεταγμένας καιρῶν περιόδους, ἀλλὰ μὴ συνεχῶς γίνεσθαι διὰ σπάνιν καὶ ἔνδειαν αὐτῶν, ἀλλ’ οὐχ ἕνεκα προμηθείας τῶν χρῃζόντων, οὓς ἡ συνεχὴς τῶν ὁμοίων δωρεῶν ἀπόλαυσις βλάψειν [M.254] μᾶλλον ἔμελλεν ἢ ὠφελήσειν.