Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 143

[143] τελειότητος χρησμοὺς ἀναφθέγγεται, πρὸς δὲ τὴν τῶν ὠφεληθησομένων ἀεὶ δύναμιν; ἐπεὶ καὶ τίς ἂν ἐχώρησε θεοῦ λόγων ἰσχὺν τῶν ἁπάσης κρειττόνων ἀκοῆς; ὃ ἀψευδέστατα δοκοῦσιν οἱ Μωυσῇ λέγοντες· „λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μὴ ἀποθάνωμεν“ (Exod. 20, 19)· ἔγνωσαν γὰρ ὅτι οὐδὲν ἔχουσι παρ’ ἑαυτοῖς ἀξιόχρεων ὄργανον θεοῦ νομοθετοῦντος ἐκκλησίαν.