[43] ἐντεῦθεν ὁρμηθεὶς τήν τε σκηνὴν δυσὶ περιβόλων ὁρίοις συνύφαινε, μέσον ἀμφοῖν κάλυμμα θείς, ὅπως διακρίνηται τῶν εἴσω τὰ ἔξω (Exod. 26, 33), καὶ τὴν νομοφυλακίδα ἱερὰν κιβωτὸν ἔνδοθεν καὶ ἔξωθεν ἐχρύσωσε (Exod. 25,10), καὶ τῷ μεγάλῳ ἱερεῖ διττὰς ἀνέδωκε στολάς, τὴν μὲν λινῆν ἔνδον, τὴν δὲ ποικίλην ἔξω μετὰ τοῦ ποδήρους (Exod. 28, 4. Lev. 6, 10).