[44] ταῦτα γὰρ καὶ τὰ τοιαῦτα σύμβολα ψυχῆς ἐστι καὶ τοῖς εἴσω πρὸς θεὸν ἁγνευούσης καὶ [ἐν] τοῖς ἔξω πρὸς τὸν αἰσθητὸν κόσμον καὶ βίον καθαρευούσης. εὐστόχως οὖν ἐκεῖνο πρὸς τὸν παλαιστὴν νικηφόρον ἐλέχθη μέλλοντα τοῖς νικητηρίοις ἀναδεῖσθαι στεφάνοις. τὸ γὰρ ἐπ’ αὐτῷ [M.585] κήρυγμα τοιοῦτόν ἐστι· „ἴσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός“ (Gen. 32, 28).