[42] οὕτω [14] καὶ Μωυσῆς ἐν τοῖς προτρεπτικοῖς παραινεῖ λέγων· „τὸ εὐάρεστον ποιήσεις ἐνώπιον κυρίου τοῦ θεοῦ σου“ (Deut. 12,28), οἷον τοιαῦτα πρᾶττε, ἃ γενήσεται ἐπάξια τοῦ φανῆναι θεῷ καὶ ἅπερ ἰδὼν ἀποδέξεται· ταῦτα δὲ καὶ εἰς τοὺς ὁμοίους εἴωθε χωρεῖν.