Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 38

[38] διὰ τοῦτο λέγεται· „οὐχ εὑρίσκετο“ ὁ εὐαρεστήσας τρόπος τῷ θεῷ, ὡς ἂν δήπου ὑπαρκτὸς μὲν ὤν, ἀποκρυπτόμενος δὲ καὶ τὴν εἰς ταὐτὸ σύνοδον ἡμῶν ἀποδιδράσκων, ἐπειδὴ καὶ μετατεθῆναι λέγεται, τὸ δ’ ἐστὶ μεταναστῆναι καὶ μετοικίαν στείλασθαι τὴν ἀπὸ θνητοῦ βίου πρὸς τὸν ἀθάνατον.