Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 39

[39] [cap.5] Οὗτοι μὲν δὴ τὴν ἔνθεον μανίαν μανέντες ἐξηγριώθησαν, ἕτεροι δ’ εἰσὶν οἱ τῆς τιθασοῦ καὶ ἡμέρου σοφίας ἑταῖροι. τούτοις καὶ εὐσέβεια διαφερόντως ἀσκεῖται καὶ τὰ ἀνθρώπεια οὐχ ὑπερορᾶται. μάρτυρες δ’ οἱ χρησμοί, ἐν οἷς λέγεται τῷ Ἀβραὰμ ἐκ προσώπου τοῦ θεοῦ· „εὐαρέστει ἐνώπιον ἐμοῦ“ (Gen. 17, 1), τοῦτο δ’ ἐστὶ μὴ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ τοῖς ἐμοῖς ἔργοις παρ’ ἐμοὶ κριτῇ, ὡς ἐφόρῳ καὶ ἐπισκόπῳ.