[37] ταῦτα δ’ εἰ μὲν ὀρθῶς [M.584] λέγεται, σκεψόμεθα ἐν καιρῷ· νυνὶ δ’ ἀκολουθήσαντες τῷ λογίῳ φήσομεν, ὅτι ἔστι μὲν ὑπαρκτὸν πρᾶγμα σοφία, ἔστι δὲ καὶ ὁ ἐραστὴς αὐτῆς, σοφός, ὑπάρχων δὲ ὅμως ἡμᾶς τοὺς φαύλους διαλέληθεν· ἀγαθὸν γὰρ οὐκ ἐθέλει κακῷ συνέρχεσθαι.