[36] ἢ οὐχὶ καὶ μέχρι νῦν τῶν φιλοσοφίᾳ τετελεσμένων εἰσί τινες, οἳ λέγουσιν ἀνύπαρκτον εἶναι σοφίαν, ἐπειδὴ καὶ τὸν σοφόν; μηδένα γὰρ ἀπ’ ἀρχῆς ἀνθρώπων γενέσεως [12] [13] ἄχρι τοῦ παρόντος βίου κατὰ τὸ παντελὲς ἀνυπαίτιον νομισθῆναι· καὶ γὰρ ἀδύνατον εἶναι θνητῷ σώματι ἐνδεδεμένον εἰσάπαν εὐδαιμονῆσαι.