[223] μυρίων δ’ ἔλαχε, γενέσεως, ζωῆς, τροφῆς, ψυχῆς, αἰσθήσεως, φαντασίας, ὁρμῆς, λογισμοῦ. λογισμὸς δὲ βραχὺ μὲν ὄνομα, τελειότατον δὲ καὶ θειότατον ἔργον, τῆς τοῦ παντὸς ψυχῆς ἀπόσπασμα ἤ, ὅπερ ὁσιώτερον εἰπεῖν τοῖς κατὰ Μωυσῆν φιλοσοφοῦσιν, εἰκόνος θείας ἐκμαγεῖον ἐμφερές.