Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 222

[222] μηδεὶς οὖν τῶν ἀφανεστέρων καὶ ταπεινοτέρων εἶναι δοκούντων ἐλπίδος ἀπογνώσει τῆς ἀμείνονος ἀποκνησάτω ἱκέτης εὐχάριστος γενέσθαι θεοῦ, ἀλλ’ εἰ καὶ μηδὲν ἔτι προσδοκᾷ τῶν μειζόνων, ὑπὲρ τούτων ὧν ἔλαχεν ἤδη κατὰ τὴν ἑαυτοῦ δύναμιν εὐχαριστείτω.