Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 221

[221] οὕτως εὔπλοιαν μὲν ναύτης καὶ κυβερνήτης, εὐφορίαν δὲ καρπῶν γεωπόνος, εὐτοκίαν δὲ ζῴων ἀγελάρχης, ὑγείαν δὲ καμνόντων ἰατρός, ὁ δ’ αὖ στρατείας ἡγεμὼν τοῦ πολέμου κράτος καὶ ὁ πολιτικὸς ἢ βασιλικὸς τὴν νόμιμον προστασίαν καὶ ἡγεμονίαν ἀναθήσει, καὶ συνελόντα φράσαι πάντων ὅσα ἢ ψυχῆς ἢ σώματος ἢ τῶν ἐκτὸς ἀγαθά ἐστιν ὁ μὴ φίλαυτος αἴτιον ἀποφανεῖ τὸν ἀψευδῶς μόνον αἴτιον θεόν.