[224] [cap.40] ἐπαινεῖν ἄξιον καὶ τῶν κατασκόπων τοὺς ἐπιχειρήσαντας μὲν αὐτόπρεμνον τὸ ἀρετῆς ὅλον ἀνασπάσαι καὶ βαστάσαι στέλεχος, ἐπεὶ δ’ οὐκ ἠδυνήθησαν, κληματίδα γοῦν καὶ ἕνα βότρυν λαβόντας, δεῖγμα καὶ μέρος τῆς συμπάσης, ὃ φέρειν αὐτὸ μόνον ἴσχυον (Num. 13,24).