Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 103

[103] [cap.17] Καὶ μὴν τόν γε τοῦ ἀρχιπροφήτου πενθερὸν τοτὲ μὲν Ἰοθὸρ τοτὲ δὲ Ῥαγουὴλ οἱ χρησμοὶ καλοῦσιν· Ἰοθὸρ μέν, ὅταν τῦφος εὐημερῇ· μεταληφθεὶς γάρ ἐστι περισσός, περιττὸν δὲ ἀψευδεῖ βίῳ τῦφος, γέλωτα μὲν τὰ ἴσα καὶ ἀναγκαῖα τῷ βίῳ τιθέμενος, τὰ δὲ πλεονεξίας ἄνισα σεμνύνων.