[104] οὗτος καὶ ἀνθρώπεια θείων καὶ ἔθη νόμων καὶ βέβηλα ἱερῶν καὶ θνητὰ ἀθανάτων καὶ συνόλως τὸ δοκεῖν τοῦ εἶναι προτιμᾷ. καὶ ἐπιτολμήσας αὐτοκέλευστος εἰς τὴν τοῦ συμβούλου παρέρχεται τάξιν, ὑφηγούμενος τῷ σοφῷ [μὴ] ἀναδιδάσκειν ἃ μόνα μανθάνειν ἄξιον, „τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον“ (Exod. 18,20), ἀλλὰ ⟨μὴ⟩ τὰ πρὸς ἀλλήλους ἀνθρώπων συμβόλαια, τῆς ἀκοινωνήτου σχεδὸν αἴτια κοινωνίας. καὶ ὁ μέγας πάντα πειθαρχεῖ, νομίσας ἁρμόττον εἶναι μικροῖς [30] μὲν τὰ μικρά, μεγάλοις δὲ τὰ μεγάλα δίκαια τίθεσθαι (ibid. 22.24).