[102] ὡς γὰρ τὸ εὐφυὲς ἄμεινον τοῦ μανθάνοντος — τὸ μὲν γὰρ ἔοικεν ὁράσει, τὸ δὲ ἀκοῇ· ἀκοὴ δὲ ὁράσεως [M.594] τὰ δεύτερα φέρεται —, οὕτω τὸ μνημονικὸν τοῦ ἀναμιμνῃσκομένου πανταχοῦ κρεῖττον, ὅτι τὸ μὲν λήθῃ κέκραται, τὸ δὲ ἀμιγὲς καὶ ἄκρατον ἐξ ἀρχῆς ἄχρι τέλους διαμένει.