Pular para o conteúdo

De mutatione nominum

Philo of Alexandria · Parte 101

[101] ἆρ’ οὐ προσφυῶς εὐφυΐᾳ μὲν [ἡ] μνήμη, μαθήσει δὲ ἀνάμνησις ἐφαρμόζεται; καὶ μὴν ὃν λόγον ἔχει Συμεὼν πρὸς Ῥουβήν, τὸ δ’ ἐστὶ μάθησις πρὸς φύσιν, τοῦτον ἔχει λόγον Μανασσῆς πρὸς Ἐφραΐμ, τὸ δ’ ἐστὶ πρὸς μνήμην ἀνάμνησις.