Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 71

[71] ἔοικεν, ὁ δὲ ἀπορροῇ, πηγῇ μὲν ὁ ἐν διανοίᾳ, προφορὰ δὲ ἡ διὰ στόματος καὶ γλώττης ἀπορροῇ. ἑκάτερον δὲ εἶδος λόγου βελτιωθῆναι πολὺς πλοῦτος, διάνοιαν μὲν εὐλογιστίᾳ πρὸς πάντα μικρὰ καὶ μείζω χρωμένην, προφορὰν δὲ ὑπὸ παιδείας ὀρθῆς ἡνιοχουμένην.