Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 70

[70] [cap.13] Δύο μὲν αὗται δωρεαὶ προείρηνται, θεωρητικοῦ τε ἐλπὶς βίου καὶ πρὸς πλῆθος καὶ μέγεθος τῶν καλῶν ἐπίδοσις. τρίτη δ’ ἐστὶν εὐλογία, ἧς ἄνευ βεβαιώσασθαι τὰς προτέρας χάριτας οὐκ ἔστι· λέγει γάρ· „καὶ εὐλογήσω σε“, τουτέστιν ἐπαινετὸν λόγον δωρήσομαι· τὸ γὰρ εὖ πάντως ἐπ’ ἀρετῆς· λόγος δὲ ὁ μὲν πηγῇ