[72] πολλοὶ γὰρ λογίζονται μὲν τὰ βέλτιστα, ὑπὸ δὲ ἑρμηνέως κακοῦ προὐδόθησαν, λόγου, μουσικὴν τὴν ἐγκύκλιον οὐκ ἐκπονήσαντες· οἱ δὲ ἔμπαλιν ἑρμηνεῦσαι μὲν ἐγένοντο δυνατώτατοι, βουλεύσασθαι δὲ φαυλότατοι, καθάπερ οἱ λεγόμενοι σοφισταί· τούτων γὰρ ἀχόρευτος μὲν καὶ ἄμουσος ἡ διάνοια, πάμμουσοι δὲ αἱ διὰ τῶν φωνητηρίων ὀργάνων διέξοδοι.