Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 53

[53] [cap.10] Οὐκοῦν μετὰ τὴν ἀπόλειψιν τῶν θνητῶν πρώτην ὁ θεὸς χαρίζεται τῇ ψυχῇ δωρεάν, ὡς ἔφην, ἐπίδειξιν καὶ θεωρίαν τῶν ἀθανάτων, δευτέραν ⟨δὲ⟩ τὴν εἰς πλῆθος ὁμοῦ καὶ μέγεθος τῶν ἀρετῆς δογμάτων ἐπίδοσιν· λέγει γάρ· „καὶ ποιήσω σε εἰς ἔθνος μέγα“, διὰ μὲν τοῦ ἔθνους τὸ πλῆθος, διὰ δὲ τοῦ μεγάλου τὴν πρὸς τὸ ἄμεινον αὔξησιν παραλαμβάνων.