Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 52

[52] ἀλλὰ γὰρ οὐχ ὅμοιον τὸ ἡμέτερον ἠχεῖον τῷ θείῳ φωνῆς ὀργάνῳ· τὸ μὲν γὰρ ἡμέτερον ἀέρι κίρναται καὶ πρὸς τὸν συγγενῆ τόπον καταφεύγει, τὰ ὦτα, τὸ δὲ θεῖον ἀκρατοῦς καὶ ἀμιγοῦς ἐστι λόγου, φθάνοντος μὲν ἀκοὴν διὰ λεπτότητα, ὁρωμένου δὲ ὑπὸ ψυχῆς ἀκραιφνοῦς διὰ τὴν ἐν τῷ βλέπειν ὀξύτητα.