[54] τὴν δὲ τοῦ ποσοῦ καθ’ ἑκάτερον εἶδος, τό τε ἐν μεγέθει καὶ τὸ ἐν πλήθει, παραύξησιν διασυνίστησι καὶ ὁ τῆς Αἰγύπτου βασιλεύς· „ἰδοὺ“ γάρ φησι „τὸ γένος τῶν υἱῶν Ἰσραὴλ μέγα πλῆθος“ (Exod. 1,9), [16] ἐπειδή γε ἀμφότερα τῷ ὁρατικῷ τοῦ ὄντος γένει προσμαρτυρεῖ, ὡς πληθύν τε καὶ μέγεθος κτησαμένῳ, τὰ περὶ τὸν βίον καὶ λόγον κατορθώματα.