Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 219

[219] διόδευσον μέντοι, ψυχή, καὶ τὸν ἄνθρωπον, εἰ θέλεις, ἕκαστον τῶν περὶ αὐτὸν ἀγαγοῦσα εἰς ἐπίκρισιν, οἷον εὐθέως τί τὸ σῶμα καὶ τί ποιοῦν ἢ πάσχον διανοίᾳ συνεργεῖ, τί ἡ αἴσθησις καὶ τίνα τρόπον τὸν ἡγεμόνα νοῦν ὠφελεῖ, τί λόγος καὶ τίνων γινόμενος ἑρμηνεὺς πρὸς καλοκἀγαθίαν συμβάλλεται, τί ἡδονὴ καὶ τί ἐπιθυμία, τί λύπη καὶ φόβος καὶ τίς ἡ πρὸς ταῦτα ἰατρική, δι’ ἧς ἢ ληφθείς τις εὐμαρῶς διεκδύσεται ἢ οὐχ ἁλώσεται πρὸς αὐτῶν τὸ παράπαν, τί τὸ ἀφραίνειν, τί τὸ ἀκολασταίνειν, τί τὸ ἀδικεῖν, τίς ἡ τῶν ἄλλων πληθὺς νοσημάτων, ὅσα ἡ φθοροποιὸς ἀποτίκτειν πέφυκε κακία, καὶ τίς ἡ τούτων ἀποστροφή, καὶ κατὰ τὰ ἐναντία τί τὸ δίκαιον ἢ τὸ φρόνιμον ἢ τὸ σῶφρον, τὸ ἀνδρεῖον, τὸ εὔβουλον, ἀρετὴ συνόλως ἅπασα καὶ εὐπάθεια, καὶ ὃν τρόπον ἕκαστον αὐτῶν εἴωθε περιγίνεσθαι.