Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 218

[218] τοῦ δὲ καλλίστου καὶ περιμαχήτου καὶ μόνῳ τῷ γένει τῶν ἀνθρώπων οἰκειοτάτου χάριν, σοφίας, μὴ οὐχὶ θάλατταν μὲν ἅπασαν περαιοῦσθαι, πάντα δὲ γῆς [60] [61] μυχὸν ἐπέρχεσθαι, φιλοπευστοῦντας εἴ πού τι καλὸν ἔστιν ἰδεῖν ἢ ἀκοῦσαι, καὶ μετὰ σπουδῆς καὶ προθυμίας τῆς [M.471] πάσης ἰχνηλατεῖν, ἄχρις ἂν ἐγγένηται τῶν ζητουμένων καὶ ποθουμένων εἰς ἀπόλαυσιν ἐλθεῖν.