[220] διόδευσον μέντοι καὶ τὸν μέγιστον καὶ τελεώτατον ἄνθρωπον, τόνδε τὸν κόσμον, καὶ διάσκεψαι τὰ μέρη, ὡς τόποις μὲν διέζευκται, δυνάμεσι δὲ ἥνωται, καὶ τίς ὁ ἀόρατος οὗτος τῆς ἁρμονίας καὶ ἑνώσεως πᾶσι δεσμός. ἐὰν μέντοι σκοπούμενος μὴ ῥᾳδίως καταλαμβάνῃς ἃ ζητεῖς, ἐπίμενε μὴ κάμνων· οὐ γὰρ τῇ ἐκεχειρίᾳ ληπτὰ ταῦτ’ ἐστίν, ἀλλὰ μόλις πολλοῖς καὶ μεγάλοις πόνοις ἀνευρισκόμενα.