[209] παγκάλως δὲ τὴν ἐπὶ τὰς αἰσθήσεις ὁδὸν δρασμὸν εἴρηκεν· [57] [58] ὄντως γὰρ δραπέτης ὁ νοῦς τότε γίνεται, ὅταν καταλιπὼν τὰ οἰκεῖα ἑαυτῷ νοητὰ τράπηται πρὸς τὸ ἐναντίον τάγμα τῶν αἰσθητῶν. ἔστι δὲ ὅπου καὶ τὸ δραπετεύειν χρήσιμον, ἐπειδάν τις αὐτὸ ποιῇ μὴ ἕνεκα ἔχθους τοῦ πρὸς τὸν κρείττονα, ἀλλὰ τοῦ μὴ ἐπιβουλευθῆναι χάριν πρὸς τοῦ χείρονος. τίς οὖν ἡ παραίνεσις τῆς ὑπομονῆς;