Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 208

[208] [cap.38] ἄγαμαι σφόδρα καὶ τὴν ὑπομονὴν Ῥεβέκκαν, ἐπειδὰν τῷ τελείῳ τὴν ψυχὴν καὶ τὰς τῶν παθῶν καὶ κακιῶν τραχύτητας καθῃρηκότι παραινῇ τότε εἰς Χαρρὰν ἀποδρᾶναι· λέγει γάρ· "νῦν οὖν, τέκνον, ἄκουσον τῆς φωνῆς μου καὶ ἀναστὰς ἀπόδραθι πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρρὰν καὶ οἴκησον μετ’ αὐτοῦ ἡμέρας τινάς, ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ“ (Gen. 27, 43 — 45).