Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 210

[210] θαυμασιωτάτη καὶ περιμάχητος· ἐάν ποτε, φησίν, ὁρᾷς ἀνηρεθισμένον καὶ ἐξηγριωμένον τὸ θυμοῦ καὶ ὀργῆς πάθος ἐν σαυτῷ ἤ τινι ἑτέρῳ, ὃ ἡ ἄλογος καὶ ἀτίθασος ζῳοτροφεῖ φύσις, μὴ μᾶλλον αὐτὸ ἀκονήσας ἐκθηριώσῃς — δήξεται γὰρ ἴσως ἀνίατα —, καταψύχων δὲ τὸ ζέον αὐτοῦ καὶ πεπυρωμένον ἄγαν ἡμέρωσον· τιθασὸν γὰρ καὶ χειρόηθες εἰ γένοιτο, ἥκιστα ἂν βλάψαι. τίς οὖν ὁ τρόπος τῆς τιθασείας καὶ ἡμερώσεως αὐτοῦ;