[19] τίνα οὖν τὰ ἄφθαρτα; ἡ πρὸς ἡδονὴν ἀλλοτρίωσις τὴν λέγουσαν· συνευνασθῶμεν (Gen. 39, 7) καὶ τῶν ἀνθρωπείων ἀπολαύσωμεν ἀγαθῶν, ἡ μετὰ καρτερίας ἀγχίνοια, δι’ ἧς τὰ τῶν κενῶν δοξῶν νομιζόμενα ἀγαθὰ ὡς ἂν ἐνύπνια ὄντα * διακρίνει καὶ διαστέλλει, ὁμολογῶν τὰς μὲν ἀληθεῖς καὶ σαφεῖς τῶν πραγμάτων συγκρίσεις εἶναι κατὰ θεόν (Gen. 40, 8), τὰς δὲ ἀδήλους καὶ ἀσαφεῖς φαντασίας κατὰ τὸν πλάνητα καὶ τύφου μεστὸν μήπω κεκαθαρμένων ἀνθρώπων βίον ταῖς διὰ σιτοπόνων καὶ μαγείρων καὶ οἰνοχόων τέρψεσι χαίροντα, τὸ μὴ ὑπήκοον,