Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 18

[18] τὰ δ’ ἀξιομνημόνευτα ταῦτα ἦν· τὸ πιστεῦσαι [6] [7] ὅτι „ἐπισκέψεται ὁ θεὸς“ τὸ ὁρατικὸν γένος (Gen. 50, 24) καὶ οὐ παραδώσει μέχρι παντὸς αὐτὸ ἀμαθίᾳ, τυφλῇ δεσποίνῃ, τὸ διακρῖναι τά τε θνητὰ τῆς ψυχῆς καὶ τὰ ἄφθαρτα καὶ τὰ μὲν ὅσα περὶ τὰς σώματος ἡδονὰς καὶ τὰς ἄλλας παθῶν ἀμετρίας θνητὰ ὄντα Αἰγύπτῳ καταλιπεῖν, περὶ δὲ τῶν ἀφθάρτων σπονδὴν ποιήσασθαι, ὅπως μετὰ τῶν ἀναβαινόντων εἰς τὰς ἀρετῆς πόλεις διακομισθῇ, καὶ ὅρκῳ τὴν σπονδὴν ἐμπεδώσασθαι.