[20] ἀλλ’ ἄρχοντα Αἰγύπτου πάσης, τῆς σωματικῆς χώρας, ἀναγραφῆναι (Gen. 41, 41), τὸ αὐχεῖν ἐπὶ τῷ γένος εἶναι Ἑβραίων (Gen. 40, 15), οἷς ἔθος ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ μετανίστασθαι — περάτης γὰρ ὁ Ἑβραῖος ἑρμηνεύεται —, τὸ σεμνύνεσθαι ὅτι „ὧδε οὐκ ἐποίησεν οὐδέν“ (ibid.) — τὸ γὰρ μηδὲν τῶν ἐνταῦθα σπουδαζομένων παρὰ τοῖς φαύλοις ἐργάσασθαι, διαμισῆσαι δὲ καὶ ἀποστραφῆναι πάντα οὐ μετρίως ἐπαινετόν —,