Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 27

[27] ἡ μὲν ἐσθὴς τοῦ παιδὸς διακεκόμισταί μοι τῷ πατρί, τοῦ δὲ οὐ μέρος, οὐ μέλος, οὐ βραχὺ λείψανον· ἀλλ’ ὁ μὲν ὅλος δι’ ὅλων δεδαπάνηται μηδὲ ταφῆς δυνηθεὶς μεταλαχεῖν, ἡ δ’ οὐδ’ ἂν εἰσπεμφθῆναί μοι δοκεῖ τὸ παράπαν, εἰ μὴ πρὸς ἀνίας ὑπόμνησιν καὶ ὧν ὑπέμεινε καίνωσιν, εἰς ἀλήστους καὶ συνεχεῖς ἐμοὶ συμφοράς.“ καὶ ὁ μὲν τοιαῦτ’ ἀπωδύρετο. οἱ δ’ ἔμποροι [M.46] πιπράσκουσι τὸν παῖδα ἐν Αἰγύπτῳ τῶν εὐνούχων τινὶ τοῦ βασιλέως, ὅς ἐστιν ἀρχιμάγειρος.