Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 26

[26] ἀθλητής εἰμι τῶν ἀβουλήτων, εἰκῇ γεγύμνασμαι πολλαῖς κακοπαθείαις, ἀλώμενος, ξενιτεύων, θητεύων, ἀναγκαζόμενος, ἄχρι καὶ ψυχῆς ἐπιβουλευόμενος ὑφ’ ὧν ἥκιστ’ ἐχρῆν· καὶ πολλὰ μὲν εἶδον, πολλὰ δ’ ἤκουσα, μυρία δ’ αὐτὸς [7] ἔπαθον τῶν ἀνηκέστων, ἐφ’ οἷς παιδευθεὶς μετριοπαθεῖν οὐκ ἐγνάμφθην· ἀλλ’ οὐδὲν τοῦ συμβεβηκότος ἀφορητότερον, ὅ μου τὴν ῥώμην τῆς ψυχῆς ἀνατέτροφε καὶ καθῄρηκε. τί γὰρ μεῖζον ἢ οἰκτρότερον πένθος;