Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 25

[25] εἰ δὲ δὴ καὶ βιαίως καὶ ἐξ ἐπιβουλῆς ἔδει θνῄσκειν, ἦν ἄν μοι κουφότερον κακόν, ὑπ’ ἀνθρώπων ἀναιρεθέντος, οἳ κτείναντες νεκρὸν ἂν ἠλέησαν, ὡς ἐπαμήσασθαι κόνιν καὶ τὸ σῶμα συγκρύψαι· εἰ δὲ καὶ πάντων ἐγεγένηντο ὠμότατοι, τί πλέον εἶχον ἢ ῥίψαντες ἄταφον ἀπαλλάττεσθαι; τῶν δ’ ἐν ὁδῷ παριόντων ἴσως τις ἐπιστὰς καὶ θεασάμενος, οἶκτον τῆς κοινῆς λαβὼν φύσεως, ἐπιμελείας καὶ ταφῆς ἠξίωσε. νυνὶ δ’, ὡς λόγος, ἀτιθάσοις καὶ σαρκοβόροις θηρσὶν εὐωχία καὶ θοίνη γέγονας γευσαμένοις καὶ ἑστιαθεῖσι τῶν ἐμῶν σπλάγχνων.