[28] [cap.6] Ἄξιον μέντοι μετὰ τὴν ῥητὴν διήγησιν καὶ τὰ ἐν ὑπονοίαις προσαποδοῦναι· σχεδὸν γὰρ τὰ πάντα ἢ τὰ πλεῖστα τῆς νομοθεσίας ἀλληγορεῖται. ὁ τοίνυν ἐπικρινόμενος τρόπος παρὰ μὲν Ἑβραίοις Ἰωσὴφ καλεῖται, παρὰ δ’ Ἕλλησι "κυρίου πρόσθεσις“, εὐθυβολώτατον ⟨ὄνομα⟩ καὶ τῷ δηλουμένῳ πράγματι οἰκειότατον· προσθήκη γάρ ἐστι τῆς τὸ κῦρος ἁπάντων ἀνημμένης φύσεως ἡ κατὰ δήμους πολιτεία.