[250] οὕτω μέντοι τὰ τῆς ἐπιβουλῆς καὶ πράσεως εἰς ἅπαν ἠγνοήθη καὶ διέλαθεν, ὥσθ’ οἱ ἐν τέλει τῶν Αἰγυπτίων συνήδοντο, ὡς πρῶτον ἄρτι τῶν ἀδελφῶν τοῦ προεστῶτος ἡκόντων, καὶ ἐπὶ ξενίαν ἐκάλουν καὶ φθάνοντες εὐηγγελίζοντο τῷ βασιλεῖ, καὶ πάντα διὰ πάντων ἔγεμε χαρᾶς οὐκ ἔλαττον ἢ εἴπερ