Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 251

[251] εὐφόρησεν ἡ πεδιὰς καὶ ὁ λιμὸς εἰς εὐθηνίαν μετέβαλε. [cap.42] γνοὺς δ’ ὁ βασιλεύς, ὅτι καὶ πατήρ ἐστιν αὐτῷ καὶ ἡ γενεὰ πολυάνθρωπος, προτρέπει μεταναστῆναι πανοικὶ τὴν βαθυγειοτάτην Αἰγύπτου μοῖραν ὁμολογήσας δεδωρῆσθαι τοῖς ἀφιξομένοις. ἀπήνας οὖν καὶ ἁρμαμάξας καὶ πλῆθος ὑποζυγίων ἐπηχθισμένων τἀπιτήδεια δίδωσι τοῖς ἀδελφοῖς καὶ θεραπείαν ἱκανήν, ἵνα μετ’ ἀσφαλείας ἀγάγωσι τὸν πατέρα.