Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 249

[249] ἔτι δὲ πρὸς τούτοις ἐρρύη πολὺς ἔπαινος ἰσότητος αὐτοῦ καὶ δεξιότητος· τὰς γὰρ τῶν ἄλλων ἀλαζονείας καὶ ἀπαιδευσίας ἡγεμόνων εἰδότες ἐθαύμαζον τὸ ἀνεπίφαντον καὶ ἀτραγῴδητον καὶ ὡς εὐθὺς ἰδὼν κατὰ τὴν προτέραν ὁδὸν [69] ἀποκτεῖναι δυνάμενος ἢ τὸ γοῦν τελευταῖον λιμώττουσι τροφὰς μὴ παρασχεῖν πρὸς τῷ μὴ τιμωρήσασθαι καὶ ὡς χάριτος ἀξίοις δωρεὰν ἔδωκε τἀπιτήδεια τὴν τιμὴν αὐτῶν ἀποδοθῆναι κελεύσας.