Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 200

[200] καὶ ὑγιαίνει. κατευξάμενος δ’ ἐκείνῳ καὶ θεοφιλέστατον προσειπών, τὸν ὁμομήτριον περιβλεψάμενος ἀδελφὸν ὡς εἶδεν, οὐ κατασχὼν ἀλλ’ ἤδη νικώμενος ὑπὸ τοῦ πάθους, πρὶν γενέσθαι καταφανής, ἐπιστρέφεται καὶ δραμὼν πρόφασιν ἐπί τι τῶν κατεπειγόντων—ἐκλαλῆσαι γὰρ τἀληθὲς καιρὸς οὐκ ἦν—ἐν μυχῷ τινι τῆς οἰκίας ἀνακλαυσάμενος