Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 201

[201] ἀποχεῖ τὴν τῶν δακρύων φοράν. [cap.34] εἶτ’ ἀπονιψάμενος λογισμῷ τῆς ἀνίας ἐπεκράτησε καὶ προσελθὼν εἱστία τοὺς ξένους ἀποδοὺς πρότερον καὶ τὸν ἀντὶ τοῦ νεωτάτου κατασχεθέντα εἰς ὁμηρείαν· συνειστιῶντο δὲ καὶ ἄλλοι τῶν παρ’ Αἰγυπτίοις δοκίμων.