[199] οἱ δὲ παρηγορηθέντες ἐν τάξει διετίθεσαν ἃ οἴκοθεν ἐπηνέγκαντο δῶρα καὶ παραγενομένῳ τῷ δεσπότῃ τῆς οἰκίας προσέφερον· πυνθανομένῳ δέ, πῶς ἔχοιεν καὶ εἰ ὁ πατὴρ ζῇ, περὶ οὗ πρόσθεν [56] ἔλεγον, ἀποκρίνονται περὶ μὲν αὑτῶν οὐδέν, περὶ δὲ τοῦ πατρὸς ὅτι ζῇ