[91] οὕτως γὰρ ἂν μόνως θεραπευτικὸν γένοιτο τοῦ τῶν ὄντων ἀρίστου τὸ ἐν ἡμῖν αὐτοῖς ἄριστον, πρῶτον μὲν εἰ ἀναλυθείη ὁ ἄνθρωπος εἰς ψυχήν, διαζευχθέντος καὶ διακοπέντος αὐτῷ τοῦ ἀδελφοῦ σώματος καὶ τῶν ἀνηνύτων ἐπιθυμιῶν· εἶτα τῆς ψυχῆς ἀποβαλούσης, ὡς ἔφην, τὸ πλησίον τοῦ λογικοῦ, τὸ ἄλογον — καὶ γὰρ αὐτὸ χειμάρρου τρόπον πενταχῇ σχιζόμενον διὰ πασῶν τῶν αἰσθήσεων οἷα δεξαμενῶν τὴν τῶν παθῶν ἀνεγείρει φοράν —·