[92] εἶθ’ ἑξῆς τοῦ λογισμοῦ διοικίσαντος καὶ διαζεύξαντος τὸν ἐγγυτάτω δοκοῦντα εἶναι, τὸν προφορικὸν λόγον, ἵν’ ὁ κατὰ διάνοιαν ἀπολειφθῇ μόνος, ἔρημος σώματος, ἔρημος αἰσθήσεως, ἔρημος γεγωνοῦ λόγου προφορᾶς· ἀπολειφθεὶς γάρ, τῇ κατὰ τὴν μόνωσιν διαίτῃ χρώμενος, τὸ μόνον ⟨ὂν⟩ καθαρῶς καὶ ἀμεθέλκτως ἀσπάσεται. [M.560] πρός γε μὴν τοῖς εἰρημένοις κἀκεῖνο ὑπομνηστέον,